Chapter 92
Hellenistic Old Testament GreekΕἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται
ἡ γῆ· αἴνος ᾠδης τῷ Δαυείδ.
Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο·
ἐυεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο,
καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται
ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε·
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ
ἐπῆραν οἱ ποταμοί, Κύριε,
ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.
ἀπὸ φωνῶν ὑδάτων πολλῶυ θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς
θαλάσσης·
θαυμαστὸς ἐν ὑψηλοῖς ὁ κύριος.
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα·
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.