Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 94

    Old Testament

    Αἶγος ᾠδῆς τῷ Δαυείδ.

    Δεῦτε ἀγαλλιασώμεθα τῷ κυρίῳ,

    ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν·

    προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει,

    καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.

    ὅτι θεὸς μέγας Κύριος

    καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς.

    ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ,

    ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς

    καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν·

    ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτήν,

    καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

    δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ,

    καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς·

    ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν,

    καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ

    καὶ πρόβατα χειρὸς αὐτοῦ.

    σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,

    μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.

    κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ·

    οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν,

    ἐδοκίμασαν καὶ ἴδοσαν τὰ ἔργα μου.

    τεσσεράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ,

    καὶ εἶπα Ἀεὶ πλανῶνται τῇ καρδία,

    καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου.

    την πονηριαν] κατα την πον. U+05D0c.a και κατα την πον. ART | αφανιει] εξολε- θρευσει R Stich 41 B 40 U+05D0 44 45 R XCIV 1 αγαλλιασομεθα A 3 επι π. τ. θ.] ε. πασαν την γην U+05D0c.aAT om επι, τους R* 4 om οτι ουκ... λαον αυτου U+05D0* (hab U+05D0c.a) AT | τη χειρι] om τη U+05D0* (hab U+05D0c.a) | τα περατα] pr παντα U+05D0* (om?c.a) | εστιν] εισιν U+05D0caAR 5 om η R* 6 προσκυνησω- μεν (sic) A | κλαυσομεν A | εναντιον] ενωπιον (εναντ. U+05D0c.a) 7 ο θεος] pr Κυριος R | χειρος] pr της A 9 επειρασαν] + με U+05D0c.a RT | εδοκιμασαν] + με U+05D0c.aAT | ιδοσαν] ειδοσαν Bᵃᵇ (? R) ιδον U+05D0AT 10 τεσσαρακοντα BᵃᵇRT | προσωχθισα] pr διο R* | ειπα] ειπον AT | και αυτοι] αυτοι δε U+05D0AT

    ὡς ὤμοσα ἐν τῆ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν

    μου.