Chapter 99
Hellenistic Old Testament GreekΨαλμὸς εἰς ἐξομολόγησιν.
Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,
δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,
εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός·
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
μολογισθωσαν U+05D0c.b (εξομολογησασθ. U+05D0c.a) | om παντες U+05D0AT 4 om και τιμη.. αγαπα U+05D0 (hab U+05D0c.a) 5 τω υποποδιω] το υποποδιον R 6 αγιος] pr οτι U+05D0c.a RT οτι αγιον A | Μωυσης inc stich in ART | επηκουσεν αυτοις] εισηκουσεν αυτων U+05D0Α εισηκουεν αυτων Τ επηκουσεν αυτους R 7 εφυλασσον] pr οτι U+05D0c.a AT | τα προσταγματα α] το προσταγμα ο U+05D0* τα προσταγματα αυτου α U+05D0c.a AT 8 επηκουσας U+05D0* (επηκουες U+05D0c.a) | αυτων 1⁰] αυτους R | ευιλατος] pr συ Bᵃ?ᵇU+05D0ART | εγινου] εγενου U+05D0* (εγεινου U+05D0c.a) 9 προσκυνητε Rvid | Stich 22 BU+05D0R 24 A 23 T XCIX 1 κυριω 1°] θεω RT 2 εισελθετε U+05D0* (-θατε U+05D0c.a) 3 ο θεος] + ημων U+05D0c.a AT | ουχι R
λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
ἐξομολογεῖσθε αὐτῷ,
αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
ὅτι χρηστὸς Κύριος,
εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.