Chapter 2
Hellenistic Old Testament GreekΚαὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν.
καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃς; καὶ εἶπεν πρὸς μέ Διαμετρῆσαι τὴν Ἰερουσαλήμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος.
καὶ ἰδοὺ ὁ ἅγγελος ὁ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ,
καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπαως κατοικηθήσεται Ἰερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κμὶ κτηνῶν ἐν μέσῳ αὐτῆς·
καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος. τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.
ὢ ὢ φεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει Κύριος·
εἰς Σειὼν ἀνασώζεσθε, οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνος.
διότι τάδε λέγει Κύριος Παντοκράτωρ Οπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ·
διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι Κύριος Παντοκράτωρ ἀπέσταλκέν με.
τέρπου καὶ εὐφραίνου, θύγατερ Σειών, διότι ἰδοὺ ἐγὼ
ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος Παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.
καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν, τῇ μερίδι αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ.
εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, ὅτι ἐξεγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.