Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Amatoriae Narrationes

    Chapter 4

    Plutarch

    Φῶκος Βοιώτιος μὲν ἦν τῷ γένει, ἦν γὰρ ἐκ Γλίσαντος, πατὴρ δὲ Καλλιρρόης κάλλει τε καὶ σωφροσύνῃ διαφερούσης. ταύτην ἐμνηστεύοντο νεανίαι τριάκοντα εὐδοκιμώτατοι ἐν Βοιωτίᾳ· ὁ δὲ Φῶκος ἄλλας ἐξ ἄλλων ἀναβολὰς τῶν γάμων ἐποιεῖτο, φοβούμενος μὴ βιασθείη, τέλος δὲ λιπαρούντων ἐκείνων, ἠξίου ἐπὶ τῷ Πυθίῳ ποιήσασθαι τὴν αἵρεσιν. οἱ δὲ πρὸς τὸν λόγον ἐχαλέπηναν καὶ ὁρμήσαντες ἀπέκτειναν τὸν Φῶκον ἐν δὲ τῷ θορύβῳ ἡ κόρη φυγοῦσα ἵετο διὰ τῆς χώρας· ἐδίωκον δʼ αὐτὴν οἱ νεανίαι. ἡ δʼ ἐντυχοῦσα γεωργοῖς ἅλω συντιθεῖσι σωτηρίας ἔτυχε παρʼ αὐτῶν· ἀπέκρυψαν γὰρ αὐτὴν οἱ γεωργοὶ ἐν τῷ σίτῳ καὶ οὕτω παρῇξαν μὲν οἱ διώκοντες· ἡ δὲ διασωθεῖσα ἐφύλαξε τὴν τῶν Παμβοιωτίων ἑορτήν, καὶ τότε εἰς Κορώνειαν ἐλθοῦσα ἱκέτις καθέζεται ἐπὶ τῷ βωμῷ τῆς Ἰτωνίας Ἀθηνᾶς καὶ τῶν μνηστήρων τὴν παρανομίαν διηγεῖτο, τό τε ἑκάστου ὄνομα καὶ τὴν πατρίδα σημαίνουσα. ἠλέουν οὖν οἱ Βοιωτοὶ τὴν παῖδα καὶ τοῖς νεανίαις ἠγανάκτουν οἱ δὲ ταῦτα πυθόμενοι εἰς Ὀρχομενὸν καταφεύγουσιν. οὐ δεξαμένων δʼ αὐτοὺς τῶν Ὀρχομενίων πρὸς Ἱππότας εἰσώρμησαν κώμη δʼ ἦν παρὰ τῷ Ἑλικῶνι κειμένη μεταξὺ Θίσβης καὶ Κορωνείας· οἱ δʼ ὑποδέχονται αὐτούς. εἶτα πέμπουσι Θηβαῖοι ἐξαιτοῦντες τοὺς Φώκου φονεῖς· τῶν δʼ οὐ διδόντων, ἐστράτευσαν μὲν μετὰ τῶν ἄλλων Βοιωτῶν, στρατηγοῦντος Φοίδου, ὃς τότε τὴν ἀρχὴν τῶν Θηβαίων διεῖπε· πολιορκήσαντες δὲ τὴν κώμην ὀχυρὰν οὖσαν, δίψει δὲ τῶν ἔνδον κρατηθέντων, τοὺς μὲν φονεῖς ληφθέντας κατέλευσαν, τοὺς δʼ ἐν τῇ κώμῃ ἐξηνδραποδίσαντο κατασκάψαντες δὲ τὰ τείχη καὶ τὰς οἰκίας διένειμαν τὴν χώραν Θισβεῦσι τε καὶ Κορωνεῦσι. φασὶ δὲ νυκτός, πρὸ τῆς ἁλώσεως τῶν Ἱπποτῶν, φωνὴν ἐκ τοῦ Ἑλικῶνος πολλάκις ἀκουσθῆναι λέγοντός τινος πάρειμι· τοὺς δὲ μνηστῆρας τοὺς τριάκοντα τόδε τὸ φώνημα γνωρίζειν, ὅτι Φώκου εἴη. ᾗ δʼ ἡμέρᾳ κατελεύσθησαν, τὸ ἐν Γλίσαντι μνῆμα τοῦ γέροντος κρόκῳ φασὶ ῥεῦσαι Φοίδῳ δέ, τῷ Θηβαίων ἄρχοντι καὶ στρατηγῷ, ἐκ τῆς μάχης ἐπανιόντι ἀγγελθῆναι θυγατέρα γεγενημένην, ἣν αἰσιούμενον προσαγορεῦσαι Νικοστράτην.