Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Antony

    Chapter 37

    Plutarch

    ἐπεὶ δὲ Φραάτου κτείναντος Ὑρώδην τὸν πατέρα καὶ τὴν βασιλείαν κατασχόντος ἄλλοι τε Πάρθων ἀπεδίδρασκον οὐκ ὀλίγοι, καὶ Μοναίσης, ἀνὴρ ἐπιφανὴς καὶ δυνατός, ἧκε φεύγων πρὸς Ἀντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς Θεμιστοκλέους εἰκάσας, περιουσίαν δὲ τὴν ἑαυτοῦ καὶ μεγαλοφροσύνην τοῖς Περσῶν βασιλεῦσι παραβαλών, ἐδωρήσατο τρεῖς πόλεις αὐτῷ, Λάρισσαν καὶ Ἀρέθουσαν καὶ Ἱερὰν πόλιν, ἣν Βαμβύκην πρότερον ἐκάλουν.

    τοῦ δὲ Πάρθων βασιλέως τῷ Μοναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενος αὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶν μὲν ἐγνωκὼς τὸν Φραάτην, ὡς εἰρήνης ἐσομένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσου σημαίας καὶ τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺς περιόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυπτον ἀποπέμψας ἐχώρει δι’ Ἀραβίας καὶ Ἀρμενίας,

    ὅπου συνελθούσης αὐτῷ τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων ʽπάμπολλοι δὲ ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακισχιλίους παρέχωνʼ ἐξήτασε τὸν στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι πεζοὶ καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱππικόν, Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δὲ ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν ὁμοῦ καὶ ψιλοῖς.

    τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ Κλεοπάτραν γενέσθαι λέγουσι. σπεύδοντα γὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν, ἀλλʼ ὡς ὑπὸ φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.