Chapter 62
Imperial Plutarch Greekοὕτω δὲ ἄρα προσθήκη τῆς γυναικὸς ἦν ὥστε τῷ πεζῷ πολὺ διαφέρων ἐβούλετο τοῦ ναυτικοῦ τὸ κράτος εἶναι διὰ Κλεοπάτραν, καὶ ταῦτα πληρωμάτων ἀπορίᾳ συναρπαζομένους ὁρῶν ὑπὸ τῶν τριηραρχῶν ἐκ τῆς πολλὰ δὴ τλάσης Ἑλλάδος ὁδοιπόρους, ὀνηλάτας, θεριστάς, ἐφήβους, καὶ οὐδὲ οὕτω πληρουμένας τὰς ναῦς, ἀλλὰ τὰς πλείστας ἀποδεεῖς καὶ μοχθηρῶς πλεούσας.
Καῖσαρ δὲ οὐ πρὸς ὕψος οὐδὲ ὄγκον ἐπιδεικτικῶς πεπηγυίαις ναυσίν, εὐστρόφοις δὲ καὶ ταχείαις καὶ πεπληρωμέναις ἀκριβῶς ἐξηρτυμένον ἐν Τάραντι καὶ Βρεντεσίῳ συνέχων τὸ ναυτικόν, ἔπεμπε πρὸς Ἀντώνιον ἀξιῶν μὴ διατρίβειν τὸν χρόνον, ἀλλʼ ἔρχεσθαι μετὰ τῶν δυνάμεων· αὐτὸς δὲ τῷ μὲν στόλῳ παρέξειν ὅρμους ἀκωλύτους καὶ λιμένας, ὑποχωρήσειν δὲ τῷ πεζῷ τῆς παραλίας ἵππου δρόμον ἀπὸ θαλάττης, μέχρι ἂν ἀσφαλῶς ἀποβῇ καὶ στρατοπεδεύσηται.
τούτοις ἀντικομπάξων Ἀντώνιος αὐτὸν μὲν εἰς μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος· εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος, διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλεῖται κατασχών· θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον ʽὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖσʼ ἡ μὲν Κλεοπάτρα σκώπτουσα, τί δεινόν, ἔλεγεν, εἰ Καῖσαρ ἐπὶ τορύνῃ κάθηται;