Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Apophthegmata Laconica

    Chapter 7

    Plutarch

    Ἀλκαμένης ὁ Τηλέκλου, πυθομένου τινὸς πῶς ἄν τις ἄριστα βασιλείαν διατηροίη, εἰ περὶ πλείονος ἔφη τὸ κέρδος μὴ ποιοῖτο.

    ἑτέρου δὲ ἐπιζητοῦντος διὰ τί παρὰ Μεσσηνίων δῶρα οὐκ ἐδέξατο, ὅτι λαβόντος μου ἔφη πρὸς τοὺς νόμους εἰρήνην ἄγειν ἀδύνατον.

    λέγοντος δέ τινος ὅτι συνεσταλμένως ζῇ ἱκανὴν οὐσίαν κεκτημένος, καλὸν γάρ ἔφη πολλὰ κεκτημένον ζῆν κατὰ λογισμὸν καὶ μὴ κατὰ τὴν ἐπιθυμίαν.