Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Apophthegmata Laconica

    Chapter 9

    Plutarch

    Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται εἶπεν αὐτοὶ οἱ θεοί.

    πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον μόνοι γοῦν εἶπεν ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.

    ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δέ ἔφη οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.

    ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἥδιστα μέν ἔφη αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.

    σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν ἔφη ψέγει;

    πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων ἀπέχεις εἶπε τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.

    τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.

    πρὸς δὲ τὸν ἐπιζητοῦντα ὅ τι ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι εἶπε πλησίον τοῖς πολεμίοις μαχόμεθα.