Chapter 16
Imperial Plutarch GreekἈρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, καὶ πῶς τις ἔφη δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;
μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς εἶπεν ὅτι ὁ εἰδὼς λόγον καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.