Chapter 32
Imperial Plutarch GreekἹπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων
τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος πῶς χρήσηται αὐτῷ, ἀντέγραψεν εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.
ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ
ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.