Chapter 54
Imperial Plutarch GreekΠλείσταρχος ὁ Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ὅτι ἔφη ἐκεῖνοι μὲν ἄγειν ἢ βασιλεύειν ἔχρῃζον, οἱ δʼ ἐκείνων ὕστεροι οὐδαμῶς.
συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ ὦ ξένε ἔφη συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;
πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον ἥδιον ἔφη ὦ ξένε αὐτῆς ἄκουσα τῆς ἀηδόνος.
λέγοντος δέ τινος, ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει θαυμάζω ἔφη εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.