Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Aratus

    Chapter 54

    Plutarch

    ἀλλὰ γὰρ ὁ μὲν πρεσβύτερος Ἄρατος οὕτω βιῶσαι καὶ τοιοῦτος γενέσθαι τὴν φύσιν ἱστορεῖται· τὸν δὲ υἱὸν αὐτοῦ μιαρὸς ὢν φύσει καὶ μετʼ ὠμότητος ὑβριστὴς ὁ Φίλιππος οὐ θανασίμοις, ἀλλὰ μανικοῖς ἐξέστησε τοῦ λογισμοῦ φαρμάκοις· καὶ παρέτρεψεν εἰς δεινὰς καὶ ἀλλοκότους ἐπιφοράς, πράξεων ἀτόπων καὶ σὺν αἰσχύνῃ παθῶν ὀλεθρίων ὀρεγόμενον, ὥστε τὸν θάνατον αὐτῷ, καίπερ ὄντι νέῳ καὶ ἀνθοῦντι, μὴ συμφοράν, ἀλλʼ ἀπόλυσιν κακῶν καὶ σωτηρίαν γενέσθαι.

    δίκας γε μὴν ὁ Φίλιππος οὐ μεμπτὰς Διὶ ξενίῳ καὶ φιλίῳ τῆς ἀνοσιουργίας ταύτης τίνων διετέλεσε, καταπολεμηθεὶς μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐπέτρεψεν ἐκείνοις τὰ καθʼ αὑτόν, ἐκπεσὼν δὲ τῆς ἄλλης ἀρχῆς καὶ τὰς ναῦς; πλὴν πέντε πάσας προέμενος καὶ χίλια προσεκτίσειν ὁμολογήσας τάλαντα καὶ τὸν υἱὸν ὁμηρεύσοντα παραδούς διʼ οἶκτον ἔτυχε Μακεδονίας καὶ τῶν συντελούντων. ἀποκτείνων δὲ ἀεὶ τοὺς ἀρίστους καὶ συγγενεστάτους φρίκης ἐνέπλησε καὶ μίσους ὅλην τὴν βασιλείαν πρὸς αὑτόν.

    ἔν δὲ μόνον ἐν τοσούτοις κακοῖς εὐτύχημα κτησάμενος, υἱὸν ἀρετῇ διαφέροντα, τοῦτον φθόνῳ καὶ ζηλοτυπίᾳ τῆς παρὰ Ῥωμαίοις τιμῆς ἀνεῖλε, Περσεῖ δὲ θατέρῳ τὴν ἀρχὴν παρέδωκεν, ὅν οὐ γνήσιον, ἀλλʼ ὑπόβλητον εἶναί φασιν, ἐκ Γναθαινίου τινὸς ἀκεστρίας γενόμενον. τοῦτον Αἰμίλιος ἐθριάμβευσε καὶ κατέστρεψεν ἐνταῦθα τῆς Ἀντιγονικῆς βασιλείας ἡ διαδοχή, τὸ δὲ Ἀράτου γένος ἐν τῇ Σικυῶνι καὶ τῇ Πελλήνῃ διέμεινε καθʼ ἡμᾶς.