Chapter 14
Imperial Plutarch Greekμετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.
Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου διʼ ἡμέρας ὅλης ἐν ἀγορᾷ περιφέρειν· ἑτέρου δὲ πρὸς τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν.
οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς τούτοις σε τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας· τοῦ δὲ Καρός, ὑφʼ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα πρῶτος γὰρ Ἀρτασύρας, μετʼ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν ἀπήγγειλας.
ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ λυπούμενος τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε. διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων, ὡς ἔοικεν, ἀγαθῶν, καὶ ἀναπεισθεὶς εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλʼ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν ὅτι Κῦρον οὐδεὶς ἕτερος, ἀλλʼ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο, ταῦτα δὲ ἀκούσας ὁ βασιλεύς σφόδρα παρωξύνθη καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου.
παροῦσα δʼ ἡ μήτηρ, μὴ σύ γε, εἶπεν, οὕτω τὸν Κᾶρα τοῦτον, ὦ βασιλεῦ, τὸν ὄλεθρον ἀπαλλάξῃς, ἀλλὰ παρʼ ἐμοῦ τὸν ἄξιον ἀπολήψεται μισθὸν ὧν τολμᾷ λέγειν ἐπιτρέψαντος δὲ τοῦ βασιλέως ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν ἄνθρωπον ἐφʼ ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκὸν ἕως ἀποθάνῃ.