Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Artaxerxes

    Chapter 26

    Plutarch

    ὁ δὲ Ἀρτοξέρξης ἤδη πρεσβύτερος ὢν ᾐσθάνετο τοὺς υἱοὺς ἀγῶνα περὶ τῆς βασιλείας ἐν τοῖς φίλοις καὶ τοῖς δυνατοῖς ἔχοντας, οἱ μὲν γὰρ εὐγνώμονες ἠξίουν, ὡς ἔλαβεν αὐτός, οὕτως ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν, ὁ δὲ νεώτατος Ὦχος ὀξὺς ὢν καὶ βίαιος εἶχε μὲν καὶ τῶν περὶ τὸ βασίλειον οὐκ ὀλίγους σπουδαστάς, ἤλπιζε δὲ μάλιστα κατεργάσεσθαι τὸν πατέρα διὰ τῆς Ἀτόσσης.

    ἐκείνην γὰρ ἐθεράπευεν ὡς γαμησομένην καὶ συμβασιλεύσουσαν αὐτῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν. ἦν δὲ λόγος ὅτι καὶ ζῶντος ἐλάνθανεν αὐτῇ πλησιάζων, ἀλλὰ τοῦτο μὲν ἠγνόησεν ὁ Ἀρτοξέρξης· ταχὺ δὲ βουλόμενος ἐκκροῦσαι τῆς ἐλπίδος τὸν Ὦχον, ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν, ἀνέδειξε τὸν Δαρεῖον βασιλέα πεντηκοστὸν ἔτος γεγονότα, καὶ τὴν καλουμένην κίταριν ὀρθὴν φέρειν ἔδωκε.

    νόμου δὲ ὄντος ἐν Πέρσαις δωρεὰν αἰτεῖν τὸν ἀναδειχθέντα καὶ διδόναι τὸν ἀναδείξαντα πᾶν τὸ αἰτηθὲν, ἄνπερ ᾖ δυνατόν, ᾔτησεν Ἀσπασίαν ὁ Δαρεῖος τὴν μάλιστα σπουδασθεῖσαν ὑπὸ Κύρου, τότε δὲ τῷ βασιλεῖ παλλακευομένην. ἦν δὲ Φωκαῒς τὸ γένος ἀπʼ Ἰωνίας, ἐλευθέρων γονέων καὶ τεθραμμένη κοσμίως.

    ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθʼ ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι προσπαίζοντος αὐτοῦ καὶ· ἁπτομένου καὶ σκώπτοντος οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, ἐκείνη δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν, οἰμώξεται μέντοι τούτων, εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας ἔδοξεν οὖν ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ ἄγροικος.

    ὁ δὲ Κῦρος ἡσθεὶς ἐγέλασε, καὶ εἶπε πρὸς τὸν ἀγαγόντα τὰς γυναῖκας, ἆρα ἤδη συνορᾷς ὅτι μοι μόνην ταύτην ἐλευθέραν καὶ ἀδιάφθορον ἥκεις κομίζων; ἐκ δὲ τούτου προσεῖχεν ἀρξάμενος αὐτῇ, καὶ μάλιστα πασῶν ἔστερξε καὶ σοφὴν προσηγόρευσεν. ἑάλω δὲ Κύρου πεσόντος ἐν τῇ μάχῃ καὶ διαρπαζομένου τοῦ στρατοπέδου.