Chapter 17
Imperial Plutarch Greekτῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ.
καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ αἰσθανόμενον, Τρεβώνιος δὲ περὶ τὰς θύρας Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε.
Καίσαρι δὲ εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δʼ εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον· καὶ συνεδέοντο πάντες, ἁπτόμενοί τε χειρῶν καὶ στέρνα καὶ κεφαλὴν κατεφίλουν.
ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθʼ, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ, Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος ʽεἱστήκει γὰρ ὄπισθενʼ ἀνασπάσας τὸ ξίφος διελαύνει, οὐκ εἰς βάθος, παρὰ τὸν ὦμον.
ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος, ἀνόσιεΚάσκα, τί ποιεῖς; ἐκεῖνος Ἑλληνιστὶ τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν.
ἤδη δὲ παιόμενος ὑπὸ πολλῶν καὶ κύκλῳ περιβλέπων καὶ διώσασθαι βουλόμενος, ὡς εἶδε Βροῦτον ἑλκόμενον ξίφος ἐπʼ αὐτόν, τὴν χεῖρα τοῦ Κάσκα κρατῶν ἀφῆκε, καὶ τῷ ἱματίῳ τὴν κεφαλὴν ἐγκαλυψάμενος παρέδωκε τὸ σῶμα ταῖς πληγαῖς.
οἱ δʼἀφειδῶς ἀναπεπλεγμένοι πολλοῖς περὶ τὸ σῶμα χρώμενοι τοῖς ξίφεσιν ἀλλήλους ἐτίτρωσκον, ὥστε καὶ Βροῦτον εἰς τὴν χεῖρα πληγὴν λαβεῖν τοῦ φόνου συνεφαπτόμενον, πίμπλασθαι δὲ τοῦ αἵματος ἅπαντας.