Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Brutus

    Chapter 40

    Plutarch

    καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον ἀνεπαύετο· Κάσσιον δὲ Μεσσάλας φησὶ δειπνεῖν τε καθʼ ἑαυτόν ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα·

    παυσαμένου δὲ τοῦ δείπνου λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ·

    μαρτύρομαί σε,Μεσσάλα, ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχειν, ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον. ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν εἰς τὴν Τύχην ἀφορῶντες, κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον.

    ταῦτα εἰπόντα φησὶν ό Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπʼ αὐτοῦ γενέθλιον οὖσαν.

    ἅμα δʼ ἡμέρᾳ προὔκειτο μὲν τῷ Βρούτου χάρακι καὶ τῷ Κασσίου σύμβολον ἀγῶνος φοινικοῦς χιτών, αὐτοὶ δὲ συνῆλθον εἰς τὸ μέσον τῶν στρατοπέδων καὶ λέγει Κάσσιος·

    εἴημὲν, ὦ Βροῦτε, νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας· ἐπεὶ δὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων ἀδηλότατα, καὶ τῆς μάχης παρὰ γνώμην κριθείσης οὐ ῥᾴδιον αὖθις ἀλλήλους ἰδεῖν,τί γινώσκεις περὶ φυγῆς καὶ τελευτῆς;

    καὶ ὁ Βροῦτος ἀπεκρίνατο· νέος ὢν ἐγὼ, Κάσσιε, καὶ πραγμάτων ἄπειρος, οὐκ οἶδʼ ὅπως ἐν φιλοσοφίᾳ λόγον ἀφῆκα μέγαν. ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐδʼ ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι καὶ μὴ δέχεσθαι τὸ συμπῖπτον ἀδεῶς, ἀλλʼ ἀποδιδράσκειν.

    νυνὶ δʼ ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι· καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλʼ ἀπαλλάξομαι τὴν Τύχην ἐπαινῶν· Μαρτίαις εἰδοῖς δοὺς τῇ πατρίδι τὸν ἐμαυτοῦ βίον ἄλλον ἔζησα διʼ ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον.

    ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε καὶ τὸν Βροῦτον ἀσπασάμενος, ταῦτα, ἔφη, φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους, ἢ γὰρ νικήσομεν ἢ νικῶντας οὐ φοβηθησόμεθα.

    μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο τῶν φίλων παρόντων, καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ διʼ ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν.

    οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι.

    καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.