Chapter 42
Imperial Plutarch Greekοἱ δὲ μὴκυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπἐτρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶν τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθʼ ἑαυτῶν ἔχοντες τὸν Βροῦτον·
ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός. εἰς γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλʼ ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δʼ εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος.
Ἀντώνιός τε γὰρ, ὥς φασιν, ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν.
ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν ὁ Βροῦτος, ὥσπερ ὁ Κάσσιος κρατεῖσθαι.
καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος· ἐπεὶ τῆς γε νίκης ὅρον ὃ Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν.
ἀναχωρῶν δʼ ὁ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν· ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων.
ἀλλʼ οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δὲ ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου διαφερομένους·
οὔκουν δοκεῖν αὐτοῖς οὔτʼ ἀριθμὸν οὔθʼ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐδὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων.
ταῦτα πρῶτον ἔννοιαν καρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος· καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν ὡς Κασσίῳ βοηθήσων.