Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Caius Marcius Coriolanus

    Chapter 7

    Plutarch

    ἐκ τούτου διηλλάγησαν, αἰτησάμενοι παρὰ τῆς βουλῆς καὶ τυχόντες ἄνδρας αἱρεῖσθαι πέντε προστάτας τῶν δεομένων βοηθείας, τοὺς νῦν δημάρχους καλουμένους, εἵλοντο δὲ πρώτους, οἷς ἐχρήσαντο καὶ τῆς ἀποστάσεως ἡγεμόσι, τοὺς περὶ Βροῦτον Ἰούνιον καὶ Σικίννιον Βέλλουτον. ἐπεὶ δʼ ἡ πόλις εἰς ἓν ἦλθεν, εὐθὺς ἐν τοῖς ὅπλοις ἦσαν οἱ πολλοὶ, καὶ παρεῖχον αὑτοὺς τοῖς ἄρχουσι χρῆσθαι προθύμως ἐπὶ τὸν πόλεμον.

    ὁ δὲ Μάρκιος οὔτʼ αὐτὸς ἡδόμενος οἷς ὁ δῆμος ἴσχυεν ἐνδούσης τῆς ἀριστοκρατίας, καὶ τῶν ἄλλων πατρικίων πολλοὺς ὁρῶν τὸ αὐτὸ πεπονθότας, ὅμως παρεκάλει μὴ ἀπολείπεσθαι τῶν δημοτικῶν ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν, ἀλλὰ τῇ ἀρετῇ μᾶλλον ἢ τῇ δυνάμει φαίνεσθαι διαφέροντας αὐτῶν.