Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Caius Marcius Coriolanus

    Chapter 29

    Plutarch

    ἐπεὶ δὲ καὶ Βόλλας πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥώμης ἑλὼν χρημάτων πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐδʼ οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλʼ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον εἶναι λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ, τῆς ἀρετῆς ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.

    τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων, ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουΐνιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ, διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν.

    ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους, ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ βουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονεικοῦσα πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν,

    εἴτʼ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη διʼ ὀργῆς, ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ἔδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον. ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν ἄνευ προβουλεύματος.