Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Caius Marcius Coriolanus

    Chapter 34

    Plutarch

    ἐκ τούτου τά τε παιδία καὶ τὴν Οὐεργιλίαν ἀναστήσασα μετὰ τῶν ἄλλων γυναικῶν ἐβάδιζεν εἰς τὸ στρατόπεδον τῶν Οὐολούσκων. ἡ δʼ ὄψις αὐτῶν τό τʼ οἰκτρὸν καὶ τοῖς πολεμίοις ἐνεποίησεν αἰδῶ καὶ σιωπήν. ἔτυχε δʼ ὁ Μάρκιος ἐπὶ βήματος καθεζόμενος μετὰ τῶν ἡγεμονικῶν.

    ὡς οὖν εἶδε προσιούσας τὰς γυναῖκας, ἐθαύμασεν ἐπιγνοὺς δὲ τὴν μητέρα πρώτην βαδίζουσαν ἐβούλετο μὲν ἐμμένειν τοῖς ἀτρέπτοις ἐκείνοις καὶ ἀπαραιτήτοις λογισμοῖς, γενόμενος δὲ τοῦ πάθους ἐλάττων καὶ συνταραχθεὶς πρὸς τὴν ὄψιν οὐκ ἔτλη καθεζομένῳ προσελθεῖν, ἀλλὰ καταβὰς θᾶττον ἢ βάδην καὶ ἀπαντήσας πρώτην μὲν ἠσπάσατο τὴν μητέρα καὶ πλεῖστον χρόνον, εἶτα δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα, μήτε δακρύων ἔτι μήτε τοῦ φιλοφρονεῖσθαι φειδόμενος, ἀλλʼ ὥσπερ ὑπὸ ῥεύματος φέρεσθαι τοῦ πάθους ἑαυτὸν ἐνδεδωκώς.