Chapter 13
Imperial Plutarch Greekἐν δὲ τῇ στρατείᾳ τὴν δύναμιν διεπόνει καθʼ ὁδὸν ἐξασκῶν δρόμοις τε παντοδαποῖς καὶ μακραῖς ὁδοιποίαις, ἑαυτῷ δὲ ἀχθοφορεῖν ἀναγκάζων καὶ αὐτουργεῖν τὰ πρὸς τὴν δίαιταν, ὥστε καὶ μετὰ ταῦτα τοὺς φιλοπόνους καὶ σιωπῇ μετʼ εὐκολίας τὰ προστασσόμενα ποιοῦντας ἡμιόνους Μαριανοὺς καλεῖσθαι. καίτοι τινὲς αἰτίαν ἑτέραν τὸν λόγου τούτου νομίζουσι.
Σκηπίωνος γάρ, ὅτε Νομαντίαν ἐπολιόρκει, βουληθέντος ἐπιδεῖν μὴ μόνον τὰ ὅπλα μηδὲ τοὺς ἵππους, ἀλλὰ καὶ τοὺς ὀρεῖς καὶ τὰς ἁμάξας, ὅπως ἑκάστοις ἐξησκημένα καὶ παρεσκευασμένα τυγχάνοι, προαγαγεῖν τὸν Μάριον ἵππον τε κάλλιστα τεθραμμένον ὑπʼ αὐτοῦ καὶ ἡμίονον εὐεξίᾳ καὶ πρᾳότητι καὶ ῥώμῃ διαφέροντα πολὺ τῶν ἄλλων ἡσθέντος οὖν τοῦ στρατηγοῦ τοῖς τοῦ Μαρίου θρέμμασι καὶ πολλάκις αὐτῶν μνησθέντος, οὕτως ἄρα τοὺς σκώπτοντας ἐν ἐπαίνῳ τὸν ἐνδελεχῆ καὶ τλήμονα καὶ φιλόπονον Μαριανὸν ἡμίονον προσαγορεύειν.