Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Camillus

    Chapter 1

    Plutarch

    περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδὲ ἅπαξ ὑπάτευσε.

    τούτου δʼ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος ἐπὶ τὴν ἡγεμονίαν, ὧν, καίπερ ἀπʼ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων, ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος, τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφιστάναι, παρεμυθεῖτο τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν.

    κατὰ τοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖς πράγμασιν ἀκμάσας ὁ Κάμιλλος ὕπατος μὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γενέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένης ὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολλάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλαῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτον αὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίαν καὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲ δόξαν ἰδίαν καὶ μεθʼ ἑτέρων στρατηγοῦντος· ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνεπιφθόνως ἄρχοντος, τοῦ δʼ ἡ φρόνησις, διʼ ἣν ὁμολογουμένως ἐπρώτευεν.