Chapter 21
Imperial Plutarch Greekτὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱερῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποταμὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθα Λεύκιος Ἀλβίνιος ἀνὴρ δημοτικὸς ἐν τοῖς φεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκα μετὰ χρημάτων ἀναγκαίων ἐφʼ ἁμάξης ὑπεκκομίζων. ὡς δʼ εἶδε τὰς παρθένους ἐν τοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά θεραπείας ἐρήμους παραπορευομένας καὶ κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰ τῶν παίδων καὶ τῶν χρημάτων καθελὼν ἀπὸ τῆς ἁμάξης ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν εἴς τινα τῶν Ἑλληνίδων πόλεων.
τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸ θεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκ ἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐν ἀγορᾷ ἐκάθηντο κεκοσμημένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.