Chapter 16
Imperial Plutarch Greekἐπανελθὼν δὲ εἰς Ῥώμην τὸν μὲν ἄλλον χρόνον κατʼ οἶκον Ἀθηνοδώρῳ συνών, ἢ κατʼ ἀγορὰν τοῖς φίλοις παριστάμενος διετέλεσεν. ἐπιβάλλουσαν δὲ αὐτῷ τὴν ταμιευτικὴν ἀρχὴν οὐ πρότερον μετῆλθεν ἢ τούς τε νόμους ἀναγνῶναι τοὺς ταμιευτικοὺς καὶ διαπυθέσθαι τῶν ἐμπείρων ἕκαστα καὶ τύπῳ τινὶ τῆς ἀρχῆς τὴν δύναμιν περιλαβεῖν.
ὅθεν εὐθὺς εἰς τὴν ἀρχὴν καταστάς μεγάλην ἐποίησε μεταβολὴν τῶν περὶ τὸ ταμιεῖον ὑπηρετῶν καὶ γραμματέων, οἳ διὰ χειρὸς ἀεὶ τὰ δημόσια γράμματα καὶ τοὺς νόμους ἔχοντες, εἶτα νέους ἄρχοντας παραλαμβάνοντες διʼ ἀπειρίαν καὶ ἄγνοιαν ἀτεχνῶς διδασκάλων ἑτέρων καὶ παιδαγωγῶν δεομένους, οὐχ ὑφίεντο τῆς ἐξουσίας ἐκείνοις, ἀλλὰ ἦσαν ἄρχοντες αὐτοί,
μέχρι οὗ Κάτων ἐπιστὰς τοῖς πράγμασι νεανικῶς, οὐκ ὄνομα καὶ τιμὴν ἔχων ἄρχοντος, ἀλλὰ καὶ νοῦν καὶ φρόνημα καὶ λόγον, ὑπηρέταις, ὅπερ ἦσαν, ἠξίου χρῆσθαι τοῖς γραμματεῦσι, τὰ μὲν· ἐξελέγχων κακουργοῦντας αὐτούς, τὰ δὲ ἁμαρτά· νοντας ἀπειρίᾳ διδάσκων, ὡς δὲ ἦσαν ἰταμοὶ καὶ τοὺς ἄλλους ἐθώπευον ὑποτρέχοντες, ἐκείνῳ δὲ ἐπολέμουν, τὸν μὲν πρῶτον αὐτῶν καταγνοὺς περὶ πίστιν ἐν κληρονομίᾳ γεγονέναι πονηρόν ἀπήλασε τοῦ ταμιείου, δευτέρῳ δέ τινὶ ῥᾳδιουργίας προὔθηκε κρίσιν.
ᾧ Κάτλος Λουτάτιος ὁ τιμητὴς ἀνέβη βοηθήσων, ἀνὴρ μέγα τὸ τῆς ἀρχῆς ἔχων ἀξίωμα, τὸ δὲ τῆς ἀρετῆς ἔχων μέγιστον, ὡς πάντων δικαιοσύνῃ καὶ σωφροσύνῃ Ῥωμαίων διαφέρων ἦν δὲ καὶ τοῦ Κάτωνος ἐπαινέτης καὶ συνήθης διὰ τὸν βίον. ὡς οὖν ἡττώμενος τοῖς δικαίοις ἐξῃτεῖτο φανερῶς τὸν ἄνθρωπον, οὐκ εἴα ταῦτα ποιεῖν αὐτὸν ὁ Κάτων.
ἔτι δὲ μᾶλλον προσλιπαροῦντος, αἰσχρόν, εἶπεν, ὦ Κάτλε, σὲ τὸν τιμητὴν καὶ τοὺς ἡμετέρους βίους ὀφείλοντα δοκιμάζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι. ταύτην τὴν φωνὴν ἀφέντος τοῦ Κάτωνος, ὁ Κάτλος προσέβλεψε μὲν αὐτὸν ὡς ἀμειψόμενος, εἶπε δὲ οὐδέν, ἀλλʼ,ʼ εἴτε ὑπʼ ὀργῆς εἴτε ὑπʼ αἰσχύνης ἀπῆλθε σιωπῇ διηπορημένος.
οὐ μὴν ἥλω γε ὁ ἄνθρωπος, ἀλλʼ ἐπεὶ μιᾷ ψήφῳ τὰς ἀφιείσας ὑπερέβαλλον αἱ καθαιροῦσαι καὶ Λόλλιος Μᾶρκος εἷς, συνάρχων τοῦ Κάτωνος, ὑπὸ ἀσθενείας ἀπελέλειπτο τῆς δίκης, πέμπει πρὸς τοῦτον ὁ Κάτλος δεόμενος βοηθῆσαι τῷ ἀνθρώπῳ· κἀκεῖνος ἐν φορείῳ κομισθεὶς μετὰ τὴν δίκην ἔθετο τὴν ἀπολύουσαν. οὐ μὴν ἐχρήσατό γε τῷ γραμματεῖ ὁ Κάτων, οὐδὲ τὸν μισθὸν ἀπέδωκεν, οὐδὲ ὅλως ἐνάριθμον τοῦ Λολλίου τὴν ψῆφον ἔσχεν.