Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Cato the Younger

    Chapter 31

    Plutarch

    ταῦτα μὲν οὖν ἔμελλεν ἔτι. Λευκόλλου δὲ περὶ τῶν ἐν Πόντῳ διατάξεων στασιάσαντος πρὸς Πομπήϊον ἠξίουν γὰρ ἰσχύειν ἑκάτερος τὰ ὑφʼ αὐτοῦ γενόμενα, καὶ Λευκόλλῳ Κάτωνος ἀδικουμένῳ περιφανῶς προσαμύνοντος, ἐλαττούμενος ὁ Πομπήϊος ἐν συγκλήτῳ καὶ δημαγωγῶν, ἐπὶ νομὴν χώρας ἐκάλει τὸ στρατιωτικόν.

    ὡς δὲ κἀνταῦθα Κάτων ἐνιστάμενος ἐξέκρουσε τὸν νόμον, οὕτω Κλωδίου τε περιείχετο, τοῦ τότε θρασυτάτου τῶν δημαγωγῶν, καὶ Καίσαρα προσήγετο, τρόπον τινὰ Κάτωνος αὐτοῦ παρασχόντος ἀρχήν. ὁ γὰρ Καῖσαρ ἀπὸ τῆς ἐν Ἰβηρίᾳ, στρατηγίας ἐπανήκων ἅμα μὲν ὑπατείαν ἐβούλετο παραγγέλλειν, ἅμα δὲ ᾔτει θρίαμβον.

    ἐπεὶ δὲ κατὰ νόμον ἔδει τοὺς μὲν ἀρχὴν μετιόντας παρεῖναι, τοὺς δὲ μέλλοντας εἰσελαύνειν θρίαμβον ἔξω τείχους ὑπομένειν, ἠξίου παρὰ τῆς βουλῆς αὐτῷ δοθῆναι διʼ ἑτέρων αἰτεῖσθαι τήν ἀρχήν. βουλομένων δὲ πολλῶν ἀντέλεγεν ὁ Κάτων ὡς δὲ ᾔσθετο χαριζομένους τῷ Καίσαρι, λέγων ὅλην κατανάλωσε τήν ἡμέραν καὶ τήν βουλὴν οὕτως ἐξέκρουσε.

    χαίρειν οὖν ἐάσας τὸν θρίαμβον ὁ Καῖσαρ εἰσελθὼν εὐθὺς εἴχετο Πομπηΐου καὶ τῆς ὑπατείας. ἀποδειχθεὶς δὲ ὕπατος τήν τε Ἰουλίαν ἐνεγγύησεν αὐτῷ, καὶ συστάντες ἤδη μετʼ ἀλλήλων ἐπὶ τήν πόλιν ὁ μὲν εἰσέφερε νόμους τοῖς πένησι κληρουχίαν καὶ νομὴν χώρας διδόντας, ὁ δὲ παρῆν τοῖς νόμοις βοηθῶν.

    οἱ δὲ περὶ Λεύκολλον καὶ Κικέρωνα Βύβλῳ τῷ ἑτέρῳ τῶν ὑπάτων συντάξαντες ἑαυτοὺς ἀντέπραττον, μάλιστα δὲ Κάτων, ἤδη μὲν ὑφορώμενος τήν Καίσαρος καὶ Πομπηΐου φιλίαν καὶ σύστασιν ἐπʼ οὐδενὶ δικαίῳ γεγενημένην, φοβεῖσθαι δὲ φάσκων οὐ τήν νομὴν τῆς χώρας, ἀλλʼ ὃν ἀντὶ ταύτης ἀπαιτήσουσι μισθὸν οἱ χαριζόμενοι καὶ δελεάζοντες τὸ πλῆθος.