Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Cato the Younger

    Chapter 41

    Plutarch

    ἐκ τούτου Πομπήϊος καὶ Κράσσος ὑπερβαλόντι τὰς Ἄλπεις Καίσαρι συγγενόμενοι γνώμην ἐποιήσαντο κοινῇ δευτέραν ὑπατείαν μετιέναι, καὶ καταστάντες εἰς αὐτὴν Καίσαρι μὲν τῆς ἀρχῆς ἄλλον τοσοῦτον ἐπιψηφίζεσθαι χρόνον, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν τὰς μεγίστας καὶ χρήματα καὶ στρατιωτικὰς δυνάμεις, ὅπερ ἦν ἐπὶ νεμήσει τῆς ἡγεμονίας καὶ καταλύσει τῆς πολιτείας συνωμοσία.

    πολλῶν δὲ καὶ ἀγαθῶν ἀνδρῶν μετιέναι τὴν ἀρχὴν τότε παρασκευαζομένων, τοὺς μὲν ἄλλους ὀφθέντες ἐν ταῖς παραγγελίαις ἀπέτρεψαν, μόνον δὲ Λεύκιον Δομίτιον Πορκίᾳ συνοικοῦντα τῇ ἀδελφῇ Κάτων ἔπεισε μὴ ἐκστῆναι μηδὲ ὑφέσθαι, τοῦ ἀγῶνος οὐ περὶ ἀρχῆς ὄντος, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἐλευθερίας.

    καὶ μέντοι καὶ λόγος ἐχώρει διὰ τοῦ σωφρονοῦντος ἔτι τῆς πόλεως μέρους, ὡς οὐ περιοπτέον, εἰς ταὐτὸ τῆς Κράσσου καὶ Πομπηΐου δυνάμεως συνελθούσης, παντάπασιν ὑπέρογκον καὶ βαρεῖαν τὴν ἀρχὴν γενομένην, ἀλλʼ ἀφαιρετέον αὐτῆς τὸν ἕτερον. καὶ συνίσταντο πρὸς τὸν Δομίτιον παρορμῶντες καὶ παραθαρρύνοντες ἀντιλαμβάνεσθαι· πολλοὺς γὰρ αὐτῷ καὶ τῶν σιωπώντων διὰ δέος ἐν ταῖς ψήφοις ὑπάρξειν.

    τοῦτο δὴ δείσαντες οἱ περὶ τὸν Πομπήϊον ὑφεῖσαν ἐνέδραν τῷ Δομιτίῳ καταβαίνοντι ὄρθριον ὑπὸ λαμπάδων εἰς τὸ πεδίον, καὶ πρῶτος μὲν ὁ προφαίνων ἐπιστὰς τῷ Δομιτίῳ πληγεὶς καὶ πεσὼν ἀπέθανε· μετὰ δὲ τοῦτον ἤδη καὶ τῶν ἄλλων συντιτρωσκομένων ἐγίνετο φυγὴ πλὴν Κάτωνος καὶ Δομιτίου.

    κατεῖχε γὰρ αὐτὸν ὁ Κάτων, καίπερ αὐτὸς εἰς τὸν βραχίονα τετρωμένος, καὶ παρεκελεύετο μένειν καὶ μὴ προλιπεῖν, ἕως ἐμπνέωσι, τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα πρὸς τοὺς τυράννους, οἳ τίνα τρόπον χρήσονται τῇ ἀρχῇ δηλοῦσι διὰ τηλικούτων ἀδικημάτων ἐπʼ αὐτὴν βαδίζοντες.