Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Cato the Younger

    Chapter 72

    Plutarch

    Καῖσαρ δὲ πυνθανόμενος παρὰ τῶν ἀφικνουμένων ὑπομένειν ἐν Ἰτύκῃ τὸν Κάτωνα μηδὲ φεύγειν, ἀλλὰ τοὺς ἄλλους προπέμπειν, αὐτὸν δὲ καὶ τοὺς ἑταίρους καὶ τὸν υἱὸν ἀδεῶς ἀναστρέφεσθαι, δυστέκμαρτον ἡγεῖτο τὴν γνώμην τοῦ ἀνδρός, ἅτε δὲ τὸν πλεῖστον λόγον ἔχων ἐκείνου προσῆγε μετὰ τῆς δυνάμεως ἐπειγόμενος.

    ὡς δὲ ἤκουσε τὸν θάνατον αὐτοῦ, λέγεται τοσοῦτον εἰπεῖν ὮΚάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ ἐμοὶ σὺ τῆς σαυτοῦ σωτηρίας ἐφθόνησας. τῷ γὰρ ὄντι σωθῆναι Κάτων ἀνασχόμενος ὑπὸ Καίσαρος οὐκ ἂν οὕτω δοκεῖ καταισχῦναι τὴν αὑτοῦ δόξαν, ὡς κοσμῆσαι τὴν ἐκείνου, τὸ δὲ πραχθὲν ἂν ἄδηλον· εἰκάζεται δὲ τὰ χρηστότερα παρὰ Καίσαρος.