Comparison of Agesilaus and Pompey
Chapter 1
Imperial Plutarch Greekἐκκειμένων οὖν τῶν βίων ἐπιδράμωμεν τῷ λόγῳ ταχέως τὰ ποιοῦντα τὰς διαφοράς, παρʼ ἄλληλα συνάγοντες, ἔστι δὲ ταῦτα· πρῶτον, ὅτι Πομπήϊος ἐκ τοῦ δικαιοτάτου τρόπου παρῆλθεν εἰς δύναμιν καὶ δόξαν, αὐτὸς ὁρμηθεὶς ἀφʼ ἑαυτοῦ καὶ πολλὰ καὶ μεγάλα Σύλλᾳ τὴν Ἰταλίαν ἀπὸ τῶν τυράννων ἐλευθεροῦντι συγκατεργασάμενος,
Ἀγησίλαος δὲ τὴν βασιλείαν ἔδοξε λαβεῖν οὔτε τὰ πρὸς θεοὺς ἄμεμπτος οὔτε τὰ πρὸς ἀνθρώπους, κρίνας νοθείας Λεωτυχίδην, ὃν υἱὸν αὑτοῦ ἀπέδειξεν ἀδελφὸς γνήσιον, τὸν δὲ χρησμὸν κατειρωνευσάμενος τὸν περὶ τῆς χωλότητος. δεύτερον, ὅτι Πομπήϊος Σύλλαν καὶ ζῶντα τιμῶν διετέλεσε καὶ τεθνηκότος ἐκήδευσε βιασάμενος Λέπιδον τὸ σῶμα, καὶ τῷ παιδὶ Φαύστῳ τὴν αὑτοῦ θυγατέρα συνῴκισεν, Ἀγησίλαος δὲ Λύσανδρον ἐκ τῆς τυχούσης προφάσεως ὑπεξέρριψε καὶ καθύβρισε.
καίτοι Σύλλας μὲν οὐκ ἐλαττόνων ἔτυχεν ἢ Πομπηΐῳ παρέσχεν, Ἀγησίλαον δὲ Λύσανδρος καὶ τῆς Σπάρτης βασιλέα καὶ τῆς Ἑλλάδος στρατηγὸν ἐποίησε. τρίτον δέ, αἱ περὶ τὰ πολιτικὰ τῶν δικαίων παραβάσεις Πομπηΐῳ μὲν διʼ οἰκειότητας ἐγένοντο· τὰ γὰρ πλεῖστα Καίσαρι καὶ Σκηπίωνι συνεξήμαρτε κηδεσταῖς οὖσιν·
Ἀγησίλαος δὲ Σφοδρίαν μὲν ἐφʼ οἷς Ἀθηναίους ἠδίκησεν ἀποθανεῖν ὀφείλοντα τῷ τοῦ παιδὸς ἔρωτι χαριζόμενος ἐξήρπασε, Φοιβίδᾳ δὲ Θηβαίους παρασπονδήσαντι δῆλος ἦν διʼ αὐτὸ τὸ ἀδίκημα προθύμως βοηθῶν· καθόλου δὲ ὅσα Ῥωμαίους διʼ αἰδῶ Πομπήϊος ἢ ἄγνοιαν αἰτίαν ἔσχε βλάψαι, ταῦτα θυμῷ καὶ φιλονεικίᾳ Λακεδαιμονίους Ἀγησίλαος ἔβλαψε τὸν Βοιώτιον ἐκκαύσας πόλεμον.