Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Comparison of Pelopidas and Marcellus

    Chapter 2

    Plutarch

    ἐπεὶ τοίνυν Πελοπίδας μὲν οὐδεμίαν ἡττήθη μάχην στρατηγῶν, Μάρκελλος δὲ πλείστας τῶν καθʼ αὑτὸν Ῥωμαίων ἐνίκησε, δόξειεν ἂν ἴσως τῷ δυσνικήτῳ πρὸς τὸ ἀήττητον ὑπὸ πλήθους τῶν κατωρθωμένων ἐπανισοῦσθαι. καὶ μὴν οὗτος μὲν εἷλε Συρακούσας, ἐκεῖνος δὲ τῆς Λακεδαίμονος ἀπέτυχεν. ἀλλʼ οἶμαι μεῖζον εἶναι τοῦ καταλαβεῖν Σικελίαν τὸ τῇ Σπάρτῃ προσελθεῖν καὶ διαβῆναι πρῶτον ἀνθρώπων πολέμῳ τὸν Εὐρώταν,

    εἰ μὴ νὴ Δία τοῦτο μὲν φήσει τις τὸ ἔργον Ἐπαμεινώνδᾳ μᾶλλον ἢ Πελοπίδᾳ προσήκειν, ὥσπερ καὶ τὰ Λεῦκτρα, τῶν δὲ Μαρκέλλῳ διαπεπραγμένων ἀκοινώνητον εἶναι τὴν δόξαν. καὶ γὰρ Συρακούσας μόνος εἷλε, καὶ Κελτοὺς ἄνευ τοῦ συνάρχοντος ἐτρέψατο, καὶ πρὸς Ἀννίβαν μηδενὸς συλλαμβάνοντος, ἀλλὰ καὶ πάντων ἀποτρεπόντων, ἀντιταξάμενος καὶ μεταβαλὼν τὸ σχῆμα τοῦ πολέμου πρῶτος ἡγεμὼν τοῦ τολμᾶν κατέστη.