Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Comparison of Solon and Publicola

    Chapter 1

    Plutarch

    ἆρʼ οὖν ἴδιόν τι περὶ ταύτην τὴν σύγκρισιν ὑπάρχει καὶ μὴ πάνυ συμβεβηκὸς ἑτέρᾳ τῶν ἀναγεγραμμένων, τὸν ἕτερον γεγονέναι μιμητὴν τοῦ ἑτέρου, τὸν ἕτερον δὲ μάρτυν; ὅρα γάρ ἣν ὁ Σόλων ἐξήνεγκε περὶ εὐδαιμονίας ἀπόφασιν πρὸς Κροῖσον, ὡς Ποπλικόλᾳ μᾶλλον ἢ Τέλλῳ προσήκει·

    Τέλλου μὲν γὰρ, ὃν εἶπε γεγονέναι μακαριώτατον διʼ εὐποτμίαν καὶ ἀρετὴν καὶ εὐτεκνίαν, οὔτʼ αὐτὸς ἐν τοῖς ποιήμασιν ὡς ἀνδρὸς ἀγαθοῦ λόγον ἔσχεν οὔτε παῖδες οὔτʼ ἀρχή τις εἰς δόξαν ἦλθεν Ποπλικόλας δὲ καὶ ζῶν ἐπρώτευσε δυνάμει καὶ δόξῃ διʼ ἀρετὴν Ῥωμαίων, καὶ τεθνηκότος ἐν τοῖς ἐπιφανεστάτοις γένεσι καὶ στέμμασιν ἔτι καθʼ ἡμᾶς Ποπλικόλαι καὶ Μεσσάλαι καὶ Οὐαλλέριοι διʼ ἐτῶν ἑξακοσίων τῆς εὐγενείας τὴν δόξαν ἀναφέρουσι.

    καὶ Τέλλος μὲν ὑπὸ τῶν πολεμίων ὡς ἀνὴρ ἀγαθὸς ἐν τάξει μένων καὶ μαχόμενος κατέστρεψε· Ποπλικόλας δὲ τοὺς μὲν πολεμίους κτείνας, ὃ τοῦ πεσεῖν εὐτυχέστερόν ἐστι, τὴν δὲ πατρίδα νικῶσαν ἐπιδὼν διʼ αὐτόν ἄρχοντα καὶ στρατηγοῦντα, τιμηθεὶς δὲ καὶ θριαμβεύσας ἔτυχε τῆς ζηλουμένης ὑπὸ Σόλωνος καὶ μακαριζομένης τελευτῆς.

    ἔτι τοίνυν οἷς πρὸς Μίμνερμον ἀντειπὼν περὶ χρόνου ζωῆς ἐπιπεφώνηκε, μηδέ μοι ἄκλαυστος θάνατος μόλοι, ἀλλὰ φίλοισι ποιήσαιμι θανὼν ἄλγεα καὶ στοναχάς ποιεῖ, τελευτήσας γὰρ οὐ φίλοις οὐδʼ οἰκείοις μόνον, ἀλλὰ τῇ πόλει πάσῃ, μυριάσι πολλαῖς, δάκρυα καὶ πόθον καὶ κατήφειαν ἐφʼ αὑτῷ παρέσχεν αἱ γάρ Ῥωμαίων γυναῖκες ἐπένθησαν αὐτόν ὥσπερ υ ἱὸν ἢ ἀδελφὸν ἢ πατέρα κοινὸν ἀποβαλοῦσαι.

    χρήματα δʼ ἱμείρω μὲν ἔχειν, φησὶν ὁ Σόλων, ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω, ὡς δίκης ἐπιούσης Ποπλικόλᾳ δʼ ὑπῆρχεν οὐ μόνον μὴ κακῶς πλουτεῖν, ἀλλὰ καὶ καλῶς ἀναλίσκειν εὖ ποιοῦντι τοὺς δεομένους, ὥστʼ εἰ σοφώτατος ἁπάντων ὁ Σόλων, εὐδαιμονέστατος ὁ Ποπλικόλας. ἃ γὰρ εὔξατο τῶν ἀγαθῶν ἐκεῖνος ὡς μέγιστα καὶ κάλλιστα, ταῦτα καὶ κτήσασθαι Ποπλικόλᾳ καὶ φυλάξαι χρωμένῳ μέχρι τέλους ὑπῆρξεν.