Comparison of Theseus and Romulus
Chapter 5
Imperial Plutarch Greekκαὶ τὸ μὲν Ῥώμου πάθος ἀμφισβητούμενον ἔχει τὸν αὐτόχειρα, καὶ τὸ πλεῖστον εἰς ἑτέρους τῆς αἰτίας τρέπουσι· τὴν δὲ μητέρα διολλυμένην ἔσωσε περιφανῶς, καὶ τὸν πάππον ἀκλεῶς δουλεύοντα καὶ ἀτίμως εἰς τὸν Αἰνείου θρόνον ἐκάθισε, καὶ πολλὰ μὲν ἑκὼν εὐεργέτησεν, ἔβλαψε δὲ αὐτὸν οὐδὲ ἄκων.
τὴν δὲ Θησέως λήθην καὶ ἀμέλειαν τῆς περὶ τὸ ἱστίον ἐντολῆς μόλις ἂν οἶμαι μακρᾷ τινι παραιτήσει καὶ ἐν ῥᾳθύμοις δικασταῖς αἰτίαν ἀποφυγεῖν πατροκτονίας· ὃ δὴ καὶ συνιδών τις Ἀττικὸς ἀνὴρ ὡς παγχάλεπόν ἐστι βουλομένοις ἀπολογεῖσθαι, πλάττει τὸν Αἰγέα τῆς νεὼς προσφερομένης ὑπὸ σπουδῆς ἀνατρέχοντα πρὸς τὴν ἀκρόπολιν θέας ἕνεκα καὶ σφαλλόμενον καταπεσεῖν, ὥσπερ ὀπαδῶν ἔρημον, ἢ τὴν ἐπὶ θάλατταν ὁδὸν σπεύδοντι μὴ παρούσης τινὸς θεραπείας.