Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Demetrius

    Chapter 21

    Plutarch

    ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίου συμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνω πλευραῖς στενωτέραν τῆς βάσεως.

    ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο καθʼ ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης. καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλʼ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν, θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ ὄψει τῶν θεωμένων παρεῖχε.

    πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος ὁ τεχνίτης Ζωΐλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν ὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν, οἷον ἀπὸ γραφείου.

    τοῦτον αὐτὸς ἐφόρει· τὸν δʼ ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ· καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.