Chapter 10
Imperial Plutarch Greekπλὴν τόν γε Δημάδην πάντες ὡμολόγουν τῇ φύσει χρώμενον ἀνίκητον εἶναι, καὶ παραφέρειν αὐτοσχεδιάζοντα τὰς τοῦ Δημοσθένους σκέψεις καὶ παρασκευάς. ἀρίστων δʼ ὁ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων, ἐρωτηθέντα γὰρ ὁποῖος τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· ἄξιος τῆς πόλεως· ὁποῖος δέ Δημάδης, ὑπὲρ τὴν πόλιν.
ὁ δʼ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τόν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν. καὶ μέντοι καὶ τόν Δημοσθένην φασὶν αὐτόν, ὁσάκις ἂν ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι, λέγειν πρὸς τοὺς συνήθεις· ἡ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται.
τοῦτο μὲν οὖν ἄδηλον εἴτε πρὸς τόν λόγον τοῦ ἀνδρὸς ὁ Δημοσθένης εἴτε πρὸς τόν βίον καὶ τὴν δόξαν ἐπεπόνθει, πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.