Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dion

    Chapter 20

    Plutarch

    ἐν τοιούτῳ δὲ κινδύνῳ γενομένου τοῦ Πλάτωνος οἱ περὶ Ἀρχύταν πυθόμενοι ταχὺ πέμπουσι πρεσβείαν καὶ τριακόντορον, ἀπαιτοῦντες τὸν ἄνδρα παρὰ Διονυσίου καὶ λέγοντες ὡς αὐτοὺς λαβὼν ἀναδόχους τῆς ἀσφαλείας πλεύσειεν εἰς Συρακούσας.

    ἀπολεγομένου δὲ τοῦ Διονυσίου τὴν ἔχθραν ἑστιάσεσι καὶ φιλοφροσύναις περὶ τὴν προπομπήν, ἓν δέ τι προαχθέντος πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν· ἦ που, Πλάτων, πολλὰ καὶ δεινὰ κατηγορήσεις ἡμῶν πρὸς τοὺς συμφιλοσοφοῦντας·

    ὑπομειδιάσας ἐκεῖνος ἀπεκρίνατο μὴ τοσαύτη λόγων ἐν Ἀκαδημείᾳ γένοιτο σπάνις ὥστε σοῦ τινα μνημονεῦσαι.

    τοιαύτην μὲν τὴν ἀποστολὴν τοῦ Πλάτωνος γενέσθαι λέγουσιν· οὐ μέντοι τὰ Πλάτωνος αὐτοῦ πάνυ τούτοις συνᾴδει.