Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dion

    Chapter 51

    Plutarch

    ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους, καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδʼ ἀνέμειναν εἰσελθεῖν αὐτόν, ἀλλʼ ἐπὶ τὰς θύρας ἐξέδραμον, ἡ μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, ἡ δʼ Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα, καὶ διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ τὸν ἄνδρα κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης.

    ἀσπασαμένου δʼ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ἠτυχοῦμεν, ὦ Δίων, ἔφη, σοῦ φεύγοντος·

    ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον ἡ δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν.

    ὅτε οὖν σὲ κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σε ἀσπάσεται;

    τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα· καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.