Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dion

    Chapter 55

    Plutarch

    συνισταμένης δὲ τῆς ἐπιβουλῆς φάσμα γίνεται τῷ Δίωνι μέγα καὶ τερατῶδες, ἐτύγχανε μὲν γὰρ ὀψὲ τῆς ἡμέρας καθεζόμενος ἐν παστάδι τῆς οἰκίας μόνος ὢν πρὸς ἑαυτῷ τὴν διάνοιαν·

    ἐξαίφνης δὲ ψόφου γενομένου πρὸς θατέρῳ πέρατι τῆς στοᾶς, ἀποβλέψας ἔτι φωτὸς ὄντος εἶδε γυναῖκα μεγάλην, στολῇ μὲν καὶ προσώπῳ μηδὲν Ἐριννύος τραγικῆς παραλλάττουσαν, σαίρουσαν δὲ καλλύντρῳ τινὶ τὴν οἰκίαν.

    ἐκπλαγεὶς δὲ δεινῶς καὶ περίφοβος γενόμενος μετεπέμψατο τοὺς φίλους καὶ διηγεῖτο τὴν ὄψιν αὐτοῖς καὶ παραμένειν ἐδεῖτο καὶ συννυκτερεύειν, παντάπασιν ἐκστατικῶς ἔχων καὶ δεδοικὼς μὴ πάλιν εἰς ὄψιν αὐτῷ μονωθέντι τὸ τέρας ἀφίκηται. τοῦτο μὲν οὖν αὖθις οὐ συνέπεσε.

    μεθʼ ἡμέρας δʼ ὀλίγας ὁ υἱὸς αὐτοῦ σχεδὸν ἀντίπαις ὤν, ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους ἐπὶ τὴν κεφαλὴν καὶ διεφθάρη.