Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dion

    Chapter 57

    Plutarch

    ὄντων δὲ πλειόνων ἐν τῇ κοινωνίᾳ τῆς πράξεως, καθεζομένου Δίωνος ἐν οἰκήματι κλίνας τινὰς ἔχοντι μετὰ τῶν φίλων, οἱ μὲν ἔξω τὴν οἰκίαν περιέστησαν, οἱ δὲ πρὸς ταῖς θύραις τοῦ οἴκου καὶ ταῖς θυρίσιν ἦσαν.

    αὐτοὶ δʼ οἱ προσφέρειν τὰς χεῖρας μέλλοντες Ζακύνθιοι παρῆλθον ἄνευ ξιφῶν ἐν τοῖς χιτῶσιν. ἅμα δʼ οἱ μὲν ἔξω τὰς θύρας ἐπισπασάμενοι κατεῖχον, οἱ δὲ τῷ Δίωνι προσπεσόντες κατάγχειν ἐπειρῶντο καὶ συντρίβειν αὐτόν.

    ὡς δʼ οὐδὲν ἐπέραινον, ᾔτουν ξίφος· οὐδεὶς δʼ ἐτόλμα τὰς θύρας ἀνοῖξαι ι. συχνοὶ γὰρ ἦσαν ἔνδον οἱ μετὰ τοῦ Δίωνος, ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν.

    διατριβῆς δὲ γενομένης Λύκων ὁ Συρακούσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν.

    εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον. καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν· ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας, ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.