Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Fabius Maximus

    Chapter 8

    Plutarch

    μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὑτόν εἰς Ῥώμην ἐπί τινας θυσίας παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καί παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος· ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις.

    καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπί σιτολογίαν ἀφεικότα, καί προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καί διέφθειρεν οὐκ ὀλίγους καί φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις ὑπʼ αὐτοῦ. καί συλλεγομένης αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ, τῆς δυνάμεως ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς.

    ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην. καί Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον τοῦ Μινουκίου φοβεῖσθαι τήν εὐτυχίαν ἢ τήν ἀτυχίαν, ὁ δὲ δῆμος ἦρτο καί μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καί Μετίλιος ὁ δήμαρχος ἐπί τοῦ βήματος καταστὰς ἐδημηγόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδʼ ἀνανδρίαν, ἀλλʼ ἤδη προδοσίαν,

    συναιτιώμενος ἅμα καί τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καί πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπί καταλύσει τοῦ δήμου, τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυσιν Ἀννίβᾳ, παρέξει καί χρόνον αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.