Chapter 27
Imperial Plutarch Greekἀλλὰ Σκηπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν καὶ καταβαλὼν τὸ φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις, καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶς πολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσε πάλιν· Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδʼ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας νόσῳ καμὼν ἐτελεύτησεν.
Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν, ἣν ἀπέλιπεν ὁ ἀνὴρ, ἔθαψαν οὐδὲν γὰρ οἴκοι τελευτήσαντος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι· Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ ὁ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς διʼ ἔνδειαν προσαρκούντων, ἀλλʼ ὡς πατέρα τοῦ δήμου θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ τῷ βίῳ πρέπουσαν.