Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Galba

    Chapter 7

    Plutarch

    ἦν δὲ θέρος ἤδη, καὶ βραχὺ πρὸ δείλης ἧκεν ἀπὸ Ῥώμης Ἴκελος ἀνὴρ ἀπελεύθερος ἑβδομαῖος. πυθόμενος δὲ τὸν Γάλβαν ἀναπαύεσθαι καθʼ ἑαυτὸν ἐβάδιζε συντόνως ἐπὶ τὸ δωμάτιον αὐτοῦ, καὶ βίᾳ τῶν θαλαμηπόλων ἀνοίξας καὶ παρελθὼν ἀπήγγειλεν ὅτι καὶ ζῶντος ἔτι τοῦ Νέρωνος,

    οὐκ ὄντος δὲ φανεροῦ, τὸ στράτευμα πρῶτον, εἶτα ὁ δῆμος καὶ ἡ σύγκλητος αὐτοκράτορα τὸν Γάλβαν ἀναγορεύσειεν, ὀλίγον δὲ ὕστερον ἀπαγγελθείη τεθνηκὼς ἐκεῖνος· οὐ μὴν αὐτός γε πιστεύσας ἔφη τοῖς ἀπαγγέλλουσιν, ἀλλὰ ἐπελθὼν τῷ νεκρῷ καὶ κείμενον θεασάμενος, οὕτως ἐξελθεῖν.

    ταῦτα ἀπαγγελλόμενα λαμπρὸν ἦρε τὸν Γάλβαν, καὶ συνέδραμε πλῆθος ἀνδρῶν ἐπὶ θύρας ἐκτεθαρρηκότων ὑπʼ αὐτοῦ βεβαίως, καίτοι τὸ τάχος ἦν ἄπιστον. ἀλλὰ καὶ δυσὶν ἡμέραις ὕστερον Οὐίνιος Τίτος ἀπὸ στρατοπέδου μεθʼ ἑτέρων ἀφίκετο τὰ δόξαντα τῇ συγκλήτῳ καθʼ ἕκαστον ἀπαγγέλλων. οὗτος μὲν οὖν εἰς τάξιν ἔντιμον προήχθη· τῷ δʼ ἀπελευθέρῳ δακτυλίους τε χρυσοῦς ἔδωκε καὶ Μαρκιανὸς ὁ Ἴκελος ἤδη καλούμενος εἶχε τὴν πρώτην ἐν τοῖς ἀπελευθέροις δύναμιν.