Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Galba

    Chapter 12

    Plutarch

    ἦν δὲ Οὐίνιος ἀργυρίου μὲν ἐσχάτως καὶ παρʼ ὁντινοῦν ἥττων, ἔνοχος δὲ καὶ τοῖς περὶ γυναῖκας ἁμαρτήμασιν. ἔτι γὰρ ὢν νέος καὶ στρατευόμενος ὑπὸ Καλβισίῳ Σαβίνῳ τὴν πρώτην στρατείαν ἀκόλαστον οὖσαν τὴν γυναῖκα τοῦ ἡγεμόνος παρεισήγαγε νύκτωρ εἰς τὸ στρατόπεδον ἐν ἐσθῆτι στρατιωτικῇ καὶ διέφθειρεν ἐν τοῖς ἀρχείοις, ἃ πριγκίπια καλοῦσι Ῥωμαῖοι.

    ἐπὶ τούτῳ δὲ Γάϊος Καῖσαρ ἔδησεν αὐτόν ἐκείνου δὲ ἀποθανόντος εὐτυχίᾳ χρησάμενος ἀπελύθη, δειπνῶν δὲ παρὰ Κλαυδίῳ Καίσαρι ποτήριον ἀργυροῦν ὑφείλετο πυθόμενος δὲ ὁ Καῖσαρ τῇ ὑστεραίᾳ πάλιν αὐτόν ἐπὶ δεῖπνον ἐκάλεσεν, ἐλθόντι δὲ ἐκέλευσεν ἐκείνῳ μηδὲν ἀργυροῦν, ἀλλὰ κεράμεα πάντα προσφέρειν καὶ παρατιθέναι τοὺς ὑπηρέτας.

    τοῦτο μὲν οὖν διὰ τὴν Καίσαρος μετριότητα κωμικωτέραν γενομένην γέλωτος, οὐκ ὀργῆς ἄξιον ἔδοξεν ἃ δὲ τὸν Γάλβαν ἔχων ὑφʼ αὑτῷ καὶ δυνάμενος μέγιστον ἐπὶ χρήμασιν, ἔπραττε, τραγικῶν παθῶν καὶ συμφορῶν μεγάλων τοῖς μὲν αἰτίαν, τοῖς δὲ πρόφασιν παρέσχεν.