Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Lacaenarum Apophthegmata

    Chapter intro

    Plutarch

    Ἀργιλεωνὶς ἡ Βρασίδου μήτηρ, τελευτήσαντος αὐτῇ τοῦ υἱοῦ, ὡς παραγενόμενοί τινες τῶν Ἀμφιπολιτῶν εἰς Σπάρτην ἧκον πρὸς αὐτήν, ἠρώτησεν εἰ καλῶς καὶ ἀξίως τῆς Σπάρτης ὁ υἱὸς ἐτελεύτα· μεγαλυνόντων δʼ ἐκείνων καὶ λεγόντων ἄριστον ἐν τοῖς τοιούτοις ἔργοις ἁπάντων Λακεδαιμονίων εἶναι, εἶπεν ὦ ξένοι, καλὸς μὲν ἦν κἀγαθὸς ὁ παῖς μου, πολλοὺς δʼ ἄνδρας Λακεδαίμων ἔχει τήνου κάρρονας.