Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Lycurgus

    Chapter 30

    Plutarch

    Ἄγιδος δὲ βασιλεύοντος εἰσερρύη νόμισμα πρῶτον εἰς τὴν Σπάρτην, καὶ μετὰ τοῦ νομίσματος πλεονεξία καὶ πλούτου ζῆλος ἐπέβη διὰ Λύσανδρον, ὃς αὐτὸς ὢν ἀνάλωτος ὑπὸ χρημάτων, ἐνέπλησε τὴν πατρίδα φιλοπλουτίας καὶ τρυφῆς, χρυσὸν καὶ ἄργυρον ἐκ τοῦ πολέμου καταγαγὼν καὶ τοὺς Λυκούργου καταπολιτευσάμενος νόμους.

    ὧν ἐπικρατούντων πρότερον οὐ πόλεως ἡ Σπάρτη πολιτείαν, ἀλλʼ ἀνδρὸς ἀσκητοῦ καὶ σοφοῦ βίον ἔχουσα, μᾶλλον δʼ, ὥσπερ οἱ ποιηταὶ τὸν Ἡρακλέα μυθολογοῦσι δέρμα καὶ ξύλον ἔχοντα τὴν οἰκουμένην ἐπιπορεύεσθαι, κολάζοντα τοὺς παρανόμους καὶ θηριώδεις τυράννους, οὕτως ἡ πόλις ἀπὸ σκυτάλης μιᾶς καὶ τρίβωνος ἄρχουσα τῆς Ἑλλάδος ἑκούσης καὶ βουλομένης, κατέλυε τὰς ἀδίκους δυναστείας καὶ τυραννίδας ἐν τοῖς πολιτεύμασι, καὶ πολέμους ἐβράβευε καὶ στάσεις κατέπαυε, πολλάκις οὐδʼ ἀσπίδα κινήσασα μίαν, ἀλλʼ ἕνα πέμψασα πρεσβευτήν, ᾧ πάντες εὐθὺς ἐποίουν τὸ προστασσόμενον, ὥσπερ αἱ μέλισσαι φανέντος ἡγεμόνος, συντρέχοντες καὶ κατακοσμούμενοι. τοσοῦτον περιῆν εὐνομίας τῇ πόλει καὶ δικαιοσύνης.

    ὅθεν ἔγωγε θαυμάζω τῶν λεγόντων ὡς ἄρχεσθαι μὲν ᾔδεσαν, ἄρχειν δὲ οὐκ ἠπίσταντο Λακεδαιμόνιοι, καὶ τὸν Θεοπόμπου τοῦ βασιλέως ἐπαινούντων λόγον, ὅς, εἰπόντος τινὸς σώζεσθαι τὴν Σπάρτην διὰ τοὺς βασιλεῖς ἀρχικοὺς γεγονότας, μᾶλλον, εἶπε, διὰ τοὺς πολίτας πειθαρχικοὺς

    ὄντας· οὐ γὰρ ἀκούειν ὑπομένουσι τῶν προστατεῖν μὴ δυναμένων, ἀλλʼ ἡ πειθαρχία μάθημα μέν ἐστιν τοῦ ἄρχοντος ἐμποιεῖ γάρ ὁ καλῶς ἄγων τὸ καλῶς ἕπεσθαι· καὶ καθάπερ ἱππικῆς τέχνης ἀποτέλεσμα πρᾷον ἵππον καὶ πειθήνιον παρασχεῖν, οὕτω βασιλικῆς ἐπιστήμης ἔργον ἀνθρώποις εὐπείθειαν ἐνεργάσασθαι, Λακεδαιμόνιοι δὲ οὐκ εὐπείθειαν, ἀλλʼ ἐπιθυμίαν ἐνειργάζοντο τοῖς ἄλλοις τοῦ ἄρχεσθαι καὶ ὑπακούειν αὐτοῖς.

    ᾔτουν γάρ οὐ ναῦς οὐδὲ χρήματα παρʼ αὐτῶν οὐδὲ ὁπλίτας πέμποντες, ἀλλὰ ἕνα Σπαρτιάτην ἡγεμόνα· καὶ λαβόντες ἐχρῶντο μετὰ τιμῆς καὶ δέους, ὥσπερ Γυλίππῳ Σικελιῶται καὶ Βρασίδᾳ Χαλκιδεῖς, Λυσάνδρῳ δὲ καὶ Καλλικρατίδᾳ καὶ Ἀγησιλάῳ πάντες οἱ τὴν Ἀσίαν οἰκοῦντες Ἕλληνες, τοὺς μὲν ἄνδρας ἁρμοστὰς καὶ σωφρονιστὰς τῶν ἑκασταχοῦ δήμων καὶ ἀρχόντων ὀνομάζοντες, πρὸς δὲ σύμπασαν τὴν τῶν Σπαρτιατῶν πόλιν ὥσπερ παιδαγωγὸν ἢ διδάσκαλον εὐσχήμονος βίου καὶ τεταγμένης πολιτείας ἀποβλέποντες.

    εἰς ὃ καὶ Στρατόνικος ἐπισκῶψαι δοκεῖ, μετὰ παιδιᾶς νομοθετῶν καὶ κελεύων Ἀθηναίους ἄγειν μυστήρια καὶ πομπάς, Ἠλείους δὲ ἀγωνοθετεῖν, ὡς κάλλιστα τοῦτο ποιοῦντας, Λακεδαιμονίους δέ, ἂν ἁμαρτάνωσιν οὗτοι, δέρεσθαι. καὶ τοῦτο μὲν εἴρηται χάριν τοῦ γελοίου· Ἀντισθένης δὲ ὁ Σωκρατικὸς ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ὁρῶν τοὺς Θηβαίους μέγα φρονοῦντας, οὐδὲν αὐτοὺς ἔφη διαφέρειν παιδαρίων ἐπὶ τῷ συγκόψαι τὸν παιδαγωγὸν γαυριώντων.