Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Marcus Cato

    Chapter 14

    Plutarch

    ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους,

    ἀλλὰ καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης, ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων, εἰς ταῦτα διὰ τῶν στενῶν ὑπερχεόμενοι καί συνωθοῦντες ἀλλήλους φόβῳ πληγῆς καί σιδήρου πολεμίων αὑτοὺς διέφθειρον. ὁ δὲ Κάτων ἀεὶ μέν τις ἦν, ὡς ἔοικε, τῶν ἰδίων ἐγκωμίων ἀφειδὴς καί τὴν ἄντικρυς μεγαλαυχίαν ὡς ἐπακολούθημα τῆς μεγαλουργίας οὐκ ἔφευγε, πλεῖστον δὲ ταῖς πράξεσι ταύταις ὄγκον περιτέθεικε,

    καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτʼ ἂν αὐτὸς οὔθʼ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις.

    μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος· καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δʼ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην. καί τὴν μέν πόλιν ἐνέπλησεν εὐφροσύνης καὶ θυσιῶν, φρονήματος δὲ τὸν δῆμον ὡς πάσης γῆς καί θαλάσσης κρατεῖν δυνάμενον.