Chapter 10
Imperial Plutarch Greekγενομένου δʼ ἐπὶ ταῖς θύραις αὐτοῦ, προῆλθεν ὁ Ἀρχίας, καὶ Φιλλίδας, καὶ εἶπεν· ὦ Χάρων, τινὰς ἀκήκοα παρεληλυθότας ἐν τῇ πόλει κρύπτεσθαι, καὶ συμπράττειν αὐτοῖς ἐνίους τῶν πολιτῶν. καὶ ὁ Χάρων διαταραχθεὶς τὸ πρῶτον, εἶτα ἐρωτήσας τίνες εἰσὶν οἱ παρεληλυθότες καὶ τίνες οἱ κρύπτοντες αὐτούς, ὡς οὐδὲν ἑώρα σαφὲς εἰπεῖν ἔχοντα τὸν Ἀρχίαν, ὑπονοήσας ἀπʼ οὐδενὸς τῶν ἐπισταμένων γεγονέναι τὴν μήνυσιν, ὁρᾶτε τοίνυν, ἔφη, μὴ κενός τις ὑμᾶς διαταράττῃ λόγος, οὐ μὴν ἀλλὰ σκέψομαι· δεῖ γὰρ ἴσως μηδενὸς καταφρονεῖν.
ταῦτα καὶ Φιλλίδας παρὼν ἐπῄνει, καὶ τὸν Ἀρχίαν ἀπαγαγὼν αὖθις εἰς ἄκρατον πολὺν κατέβαλε, καὶ ταῖς περὶ τῶν γυναικῶν ἐλπίσι διεπαιδαγώγει τὸν πότον. ὡς δʼ ἐπανῆλθεν ὁ Χάρων οἴκαδε καὶ διεσκευασμένους τοὺς ἄνδρας εὗρεν οὐχ ὡς ἄν τινα νίκην ἢ σωτηρίαν ἐλπίζοντας, ἀλλʼ ὡς ἀποθανουμένους λαμπρῶς καὶ μετὰ φόνου πολλοῦ τῶν πολεμίων, τὸ μὲν ἀληθὲς αὐτοῖς ἔφραζε τοῖς περὶ τὸν Πελοπίδαν, πρὸς δὲ τοὺς ἄλλους ἐψεύσατο λόγους τινὰς τοῦ Ἀρχίου περὶ πραγμάτων ἑτέρων πλασάμενος.
ἔτι δὲ τοῦ πρώτου παραφερομένου δεύτερον ἐπῆγεν ἡ τύχη χειμῶνα τοῖς ἀνδράσιν. ἧκε γάρ τις ἐξ Ἀθηνῶν παρὰ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν τὸν ὁμώνυμον, ξένον ὄντα καὶ φίλον, ἐπιστολὴν κομίζων οὐ κενὴν ἔχουσαν οὐδὲ πεπλασμένην ὑπόνοιαν, ἀλλὰ σαφῶς ἕκαστα περὶ τῶν πρασσομένων φάσκουσαν, ὡς ὕστερον ἐπεγνώσθη·
τότε δὲ μεθύοντι τῷ Ἀρχίᾳ προσαχθεὶς ὁ γραμματοφόρος καὶ τὴν ἐπιστολὴν ἐπιδούς, ὁ ταύτην, ἔφη, πέμψας ἐκέλευσεν εὐθὺς ἀναγνῶναι· περὶ σπουδαίων γάρ τινων γεγράφθαι. καὶ ὁ Ἀρχίας μειδιάσας, οὐκοῦν εἰς αὔριον ἔφη, τὰ σπουδαῖα. καὶ τὴν ἐπιστολὴν δεξάμενος ὑπὸ τὸ προσκεφάλαιον ὑπέθηκεν, αὐτὸς δὲ πάλιν τῷ Φιλλίδᾳ περὶ ὧν ἐτύγχανον διαλεγόμενοι προσεῖχεν. ὁ μὲν οὖν λόγος οὗτος ἐν παροιμίας τάξει περιφερόμενος μέχρι νῦν διασῴζεται παρὰ τοῖς Ἕλλησι.