Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Pelopidas

    Chapter 19

    Plutarch

    ὅλως δὲ τῆς περὶ τοὺς ἐραστὰς συνηθείας οὐχ, ὥσπερ οἱ ποιηταὶ λέγουσι, Θηβαίοις τὸ Λαΐου πάθος ἀρχὴν παρέσχεν, ἀλλʼ οἱ νομοθέται τὸ φύσει θυμοειδὲς αὐτῶν καὶ ἄκρατον ἀνιέναι καὶ ἀνυγραίνειν εὐθὺς ἐκ παίδων βουλόμενοι, πολὺν μὲν ἀνεμίξαντο καὶ σπουδῇ καὶ παιδιᾷ πάσῃ τὸν αὐλόν, εἰς τιμὴν καὶ προεδρίαν ἄγοντες, λαμπρὸν δὲ τὸν ἔρωτα ταῖς παλαίστραις ἐνεθρέψαντο, συγκεραννύντες τὰ ἤθη τῶν νέων.

    ὀρθῶς δὲ πρὸς τοῦτο καὶ τὴν ἐξ Ἄρεως καὶ Ἀφροδίτης γεγονέναι λεγομένην θεὸν τῇ πόλει συνῳκείωσαν, ὡς, ὅπου τὸ μαχητικὸν καὶ πολεμικὸν μάλιστα τῷ μετέχοντι πειθοῦς καὶ χαρίτων ὁμιλεῖ καὶ σύνεστιν, εἰς τὴν ἐμμελεστάτην καὶ κοσμιωτάτην πολιτείαν διʼ Ἁρμονίας καθισταμένων ἁπάντων.

    τὸν οὖν ἱερὸν λόχον τοῦτον ὁ μὲν Γοργίδας διαιρῶν εἰς τὰ πρῶτα ζυγά καὶ παρʼ ὅλην τὴν φάλαγγα τῶν ὁπλιτῶν προβαλλόμενος ἐπίδηλον οὐκ ἐποίει τὴν ἀρετὴν τῶν ἀνδρῶν, οὐδʼ ἐχρῆτο τῇ δυνάμει πρὸς κοινὸν ἔργον, ἅτε δὴ διαλελυμένῃ καὶ πρὸς πολὺ μεμιγμένῃ τὸ φαυλότερον, ὁ δὲ Πελοπίδας, ὡς ἐξέλαμψεν αὐτῶν ἡ ἀρετὴ περὶ Τεγύρας, καθαρῶς καὶ περὶ αὐτὸν ἀγωνισαμένων, οὐκέτι διεῖλεν οὐδὲ διέσπασεν, ἀλλʼ ὥσπερ σώματι χρώμενος ὅλῳ προεκινδύνευε τοῖς μεγίστοις ἀγῶσιν.

    ὥσπερ γὰρ οἱ ἵπποι θᾶσσον ὑπὸ τοῖς ἅρμασιν ἢ καθʼ αὑτοὺς ἐλαυνόμενοι θέουσιν, οὐχ ὅτι μᾶλλον ἐμπίπτοντες ἐκβιάζονται τὸν ἀέρα τῷ πλήθει ῥηγνύμενον, ἀλλʼ ὅτι συνεκκαίει τὸν θυμὸν ἡ μετʼ ἀλλήλων ἅμιλλα καὶ τὸ φιλόνεικον, οὕτως ᾤετο τοὺς ἀγαθοὺς ζῆλον ἀλλήλοις καλῶν ἔργων ἐνιέντας ὠφελιμωτάτους εἰς κοινὸν ἔργον εἶναι καὶ προθυμοτάτους.