Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Pelopidas

    Chapter 23

    Plutarch

    ἐν δὲ τῇ μάχῃ τοῦ Ἐπαμεινώνδου τὴν φάλαγγα λοξὴν ἐπὶ τὸ εὐώνυμον ἕλκοντος, ὅπως τῶν ἄλλων Ἑλλήνων ἀπωτάτω γένηται τὸ δεξιὸν τῶν Σπαρτιατῶν καὶ τὸν Κλεόμβροτον ἐξώσῃ προσπεσὼν ἀθρόως κατὰ κέρας καὶ βιασάμενος, οἱ μὲν πολέμιοι καταμαθόντες τὸ γινόμενον ἤρξαντο μετακινεῖν τῇ τάξει σφᾶς αὐτοὺς,

    καὶ τὸ δεξιὸν ἀνέπτυσσον καὶ περιῆγον ὡς κυκλωσόμενοι καὶ περιβαλοῦντες ὑπὸ πλήθους τὸν Ἐπαμεινώνδαν, ὁ δὲ Πελοπίδας ἐν τούτῳ προεξέδραμε, καὶ συστρέψας τοὺς τριακοσίους δρόμῳ φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών.

    καίτοι πάντων ἄκροι τεχνῖται καὶ σοφισταὶ τῶν πολεμικῶν ὄντες οἱ Σπαρτιᾶται πρὸς οὐδὲν οὕτως ἐπαίδευον αὑτοὺς καὶ συνείθιζον, ὡς τὸ μὴ πλανᾶσθαι μηδὲ ταράττεσθαι τάξεως διαλυθείσης, ἀλλὰ χρώμενοι πᾶσι πάντες ἐπιστάταις καὶ ζευγίταις, ὅποι ποτὲ καὶ συνίστησιν ὁ κίνδυνος, καταλαμβάνειν καὶ συναρμόττειν καὶ μάχεσθαι παραπλησίως.

    τότε δὲ ἡ τοῦ Ἐπαμεινώνδου φάλαγξ ἐπιφερομένη μόνοις ἐκείνοις καὶ παραλλάττουσα τοὺς ἄλλους, ὅ τε Πελοπίδας μετὰ τάχους ἀπίστου καὶ τόλμης ἐν τοῖς ὅπλοις γενόμενος, συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν οὕτως ὥστε φυγὴν καὶ φόνον Σπαρτιατῶν ὅσον οὔπω πρότερον γενέσθαι, διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων. ἴσον ἠνέγκατο δόξης τῆς νίκης ἐκείνης καὶ τοῦ κατορθώματος.