Chapter 11
Imperial Plutarch Greekκαὶ μὴν οἵ γε σύμμαχοι καὶ οἱ νησιῶται τοὺς Ἀθήνηθεν ἀποστόλους ἑτέρου μὲν ἐκπλέοντος στρατηγοῦ πολεμίους νομίζοντες ἐφράγνυντο τείχη καὶ λιμένας ἀπεχώννυσαν καὶ κατεκόμιζον ἀπὸ τῆς χώρας εἰς τὰς πόλεις βοσκήματα καὶ ἀνδράποδα καὶ γυναῖκας καὶ παῖδας· εἰ δὲ Φωκίων ἡγοῖτο, πόρρω ναυσὶν ἰδίαις ἀπαντῶντες ἐστεφανωμένοι καὶ χαίροντες ὡς αὑτοὺς κατῆγον.