Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Phocion

    Chapter 20

    Plutarch

    Φώκῳ δὲ τῷ υἱῷ βουλομένῳ ἀγωνίσασθαι Παναθηναίοις ἀποβάτην ἐφῆκεν, οὐχὶ τῆς νίκης ὀρεγόμενος, ἀλλʼ ὅπως ἐπιμεληθεὶς καὶ ἀσκήσας τὸ σῶμα βελτίων ἔσοιτο καὶ γὰρ ἦν ἄλλως φιλοπότης καὶ ἄτακτος ὁ νεανίσκος, νικήσαντος δὲ καὶ πολλῶν αἰτουμένων ἑστιᾶσαι τὰ νικητήρια, τοὺς ἄλλους Φωκίων παραιτησάμενος ἑνὶ τὴν φιλοτιμίαν ταύτην συνεχώρησεν.

    ὡς δὲ ἐλθὼν ἐπὶ τὸ δεῖπνον ἄλλην τε σοβαρὰν ἑώρα παρασκευὴν καὶ ποδανιπτῆρας οἴνου διʼ ἀρωμάτων προσφερομένους τοῖς εἰσιοῦσι, καλέσας τὸν υἱὸν, οὐ παύσεις ἔφη, τὸν ἑταῖρον, ὦ Φῶκε, διαφθείροντά σου τὴν νίκην; βουλόμενος δὲ καὶ καθόλου μεταστῆσαι τὸ μειράκιον ἐκ τῆς διαίτης ἐκείνης, ἀπήγαγεν εἰς Λακεδαίμονα καὶ κατέμιξε τοῖς ἀγομένοις τὴν λεγομένην ἀγωγὴν νεανίσκοις.

    καὶ τοῦτο τοὺς Ἀθηναίους ἐλύπησεν, ὡς ὑπερορῶντος καὶ ὑπερφρονοῦντος τὰ οἰκεῖα τοῦ Φωκίωνος· εἰπόντος δὲ τοῦ Δημάδου πρὸς αὐτόν, τί οὐ πείθομεν, ὦ Φωκίων, Ἀθηναίους τὴν Λακωνικὴν προσδέξασθαι πολιτείαν; ἐὰν γὰρ σὺ κελεύῃς, ἐγὼ γράφειν καὶ λέγειν ἕτοιμός εἰμι, πάνυ γοῦν, ἔφη, πρέψειεν ἄν σοι μύρου τοσοῦτον ὄζοντι καὶ χλανίδα τοιαύτην φοροῦντι συμβουλεύειν Ἀθηναίοις περὶ φιλιτίων καὶ τὸν Λυκοῦργον ἐπαινεῖν.